Bible Research > Textual Criticism > Bibliography > Codex Sinaiticus > Lamentations 1:7-11 |
Rahlfs' Septuagint 7 [Ἐμνήσθη Ιερουσαλημ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, πάντα τὰ ἐπιθυμήματα αὐτῆς, ὅσα ἦν ἐξ ἡμερῶν] ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ, ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν ἐπὶ μετοικεσίᾳ αὐτῆς. 8 Ἁμαρτίαν ἥμαρτεν Ιερουσαλημ, διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν, εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω. 9 Ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς· καὶ κατεβίβασεν ὑπέρογκα, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ, κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ἐχθρός. 10 Χεῖρα αὐτοῦ ἐξεπέτασεν θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδεν γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου. 11 Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες [ἄρτον, ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει τοῦ ἐπιστρέψαι ψυχήν· ἰδέ, κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενήθην ἠτιμωμένη.] |
Bible Research > Textual Criticism > Bibliography > Codex Sinaiticus > Lamentations 1:7-11 |